Septuaginta
PSALMUS SALOMONIS 1
1 Ἐβόησα πρὸς κύριον ἐν τῷ θλίβεσθαί με εἰς τέλος, πρὸς τὸν θεὸν ἐν τῷ ἐπιθέσθαι ἁμαρτωλούς·
2 ἐξάπινα ἠκούσθη κραυγὴ πολέμου ἐνώπιόν μου· [εἶπα] Ἐπακούσεταί μου, ὅτι ἐπλήσθην δικαιοσύνης.
3 ἐλογισάμην ἐν καρδίᾳ μου ὅτι ἐπλήσθην δικαιοσύνης ἐν τῷ εὐθηνῆσαί με καὶ πολλὴν γενέσθαι ἐν τέκνοις.
4 ὁ πλοῦτος αὐτῶν διεδόθη εἰς πᾶσαν τὴν γῆν καὶ ἡ δόξα αὐτῶν ἕως ἐσχάτου τῆς γῆς.
5 ὑψώθησαν ἕως τῶν ἄστρων, εἶπαν Οὐ μὴ πέσωσιν·
6 καὶ ἐξύβρισαν ἐν τοῖς ἀγαθοῖς αὐτῶν καὶ οὐκ ἤνεγκαν.
7 αἱ ἁμαρτίαι αὐτῶν ἐν ἀποκρύφοις, καὶ ἐγὼ οὐκ ᾔδειν·
8 αἱ ἀνομίαι αὐτῶν ὑπὲρ τὰ πρὸ αὐτῶν ἔθνη, ἐβεβήλωσαν τὰ ἅγια κυρίου ἐν βεβηλώσει.